Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 13.33 | Dem. 13.35 (English) | >>Dem. 14.1 |
13.34ἐγὼ δὲ παραινέσαιμʼ ἂν ὑμῖν (καί μοι μηδὲν ὀργισθῆτε ) ἔλαττον φρονεῖν καὶ τὰ ὑμέτερʼ αὐτῶν ἀγαπᾶν πράττοντας , ἢ μείζω δύναμιν παρασκευάζεσθαι . εἰ μὲν οὖν Σιφνίοις ἢ Κυθνίοις ἤ τισιν ἄλλοις τοιούτοις οὖσι συνῄδειν ὑμῖν , ἔλαττον φρονεῖν συνεβούλευον ἄν · ἐπειδὴ δʼ ἔστʼ Ἀθηναῖοι , τὸ τὴν δύναμιν παρασκευάσασθαι παραινῶ · αἰσχρὸν γάρ , ὦ ἄνδρες Ἀθηναῖοι , αἰσχρὸν λιπεῖν τὴν τοῦ φρονήματος τάξιν , ἣν ὑμῖν οἱ πρόγονοι παρέδωκαν .
13.35πρὸς δὲ τούτοις οὐδʼ ἔστιν ἐφʼ ὑμῖν , οὐδʼ ἂν ἀποστῆναι τῶν Ἑλληνικῶν βούλησθε · πολλὰ γὰρ ὑμῖν ἐκ παντὸς τοῦ χρόνου πέπρακται , καὶ τοὺς μὲν φίλους τοὺς ὑπάρχοντας αἰσχρὸν προέσθαι , τοῖς δʼ οὖσιν ἐχθροῖς οὐκ ἔνι πιστεῦσαι καὶ μεγάλους ἐᾶσαι γενέσθαι . ὅλως δʼ ὅπερ οἱ πολιτευόμενοι πεπόνθασι πρὸς ὑμᾶς —οὐκ ἔνεστιν αὐτοῖς , ὅταν βούλωνται , παύσασθαι —τοῦτο καὶ ὑμῖν περιέστηκε · πεπολίτευσθε γὰρ ἐν τοῖς Ἕλλησιν .
ἔστι δʼ , ὦ ἄνδρες Ἀθηναῖοι , κεφάλαιον ἁπάντων τῶν εἰρημένων · οὐδέποθʼ ὑμᾶς οἱ λέγοντες οὔτε πονηροὺς οὔτε χρηστοὺς ποιοῦσιν , ἀλλʼ ὑμεῖς τούτους , ὁπότερʼ ἂν βούλησθε · οὐ γὰρ ὑμεῖς ὧν οὗτοι βούλονται στοχάζεσθε , ἀλλʼ οὗτοι ὧν ἂν ὑμᾶς ἐπιθυμεῖν οἴωνται . ὑμᾶς οὖν ὑπάρξαι δεῖ χρηστὰ βουλομένους , καὶ πάνθʼ ἕξει καλῶς · ἢ γὰρ οὐδεὶς ἐρεῖ φλαῦρον οὐδέν , ἢ οὐδὲν αὐτῷ πλέον ἔσται μὴ ἔχοντι τοὺς πεισομένους .
13.36
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 13.33 | Dem. 13.35 (English) | >>Dem. 14.1 |